Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 15.66 Joseph. AJ 15.71 (English) >>Joseph. AJ 15.76

15.69ἐξειρωνευομένων δὲ γυναικείως τοὺς λόγους καὶ μάλιστα τῆς Ἀλεξάνδρας, ὑπερεσπουδακὼς Ἰώσηπος ἐπιδεῖξαι τὴν διάνοιαν τοῦ βασιλέως προήχθη καὶ τὰ περὶ τὴν ἐντολὴν εἰπεῖν, πίστιν αὐτὰ ποιούμενος ὡς οὐδὲ χωρὶς ἐκείνης ζῆν δύναται κἂν εἰ πάσχοι δεινόν τι οὐκ ἀξιοῦντος οὐδὲ θανάτῳ διεζεῦχθαι. 15.70ταῦτα μὲν Ἰώσηπος. αἱ δὲ γυναῖκες, ὡς εἰκός, οὐ τὸ φιλόστοργον τῆς περὶ τὸν Ἡρώδην διαθέσεως, τὸ δὲ χαλεπόν, εἰ μηδʼ ἀποθνήσκοντος ὑστερήσειεν ἀπωλείας καὶ θανάτου τυραννικοῦ, προλαμβάνουσαι χαλεπὴν τὴν ὑπόνοιαν τοῦ ῥηθέντος εἶχον. 15.71

Ἐν δὲ τούτῳ καὶ λόγος ἐγένετο κατὰ τὴν πόλιν τῶν Ἱεροσολυμιτῶν παρὰ τῶν ἐν ἔχθει τὸν Ἡρώδην ἐχόντων, ὡς Ἀντώνιος αἰκισάμενος αὐτὸν ἀποκτείνειεν. δὲ φήμη πάντας μὲν ἐτάραξεν, ὡς εἰκός, τοὺς περὶ τὸ βασίλειον, μάλιστα δὲ καὶ τὰς γυναῖκας. 15.72Ἀλεξάνδρα δὲ καὶ τὸν Ἰώσηπον ἀναπείθει τῶν βασιλείων ἐξελθόντα σὺν αὐταῖς προσφυγεῖν τοῖς σημείοις τοῦ Ῥωμαϊκοῦ τάγματος, τότε περὶ τὴν πόλιν ἐπὶ φρουρᾷ τῆς βασιλείας ἐστρατοπέδευεν ἡγουμένου υἱοῦ ἰούδα· 15.73διὰ γὰρ τοῦτο πρῶτον μέν, εἰ καί τις ἀπαντήσειεν ταραχὴ περὶ τὴν αὐλήν, ἐν ἀσφαλεστέρῳ διάξειν αὐτοὶ Ῥωμαίους εὐμενεῖς ἔχοντες· ἔπειτα καὶ τεύξεσθαι παντὸς ἠλπικέναι τὴν Μαριάμμην Ἀντωνίου θεασαμένου, διʼ οὗ καὶ τὴν ἀρχὴν ἀναλήψεσθαι καὶ μηδενὸς ὑστερήσειν ὧν εἰκὸς τοῖς ἐν εὐγενείᾳ βασιλικῇ γεγονόσιν.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 15.66 Joseph. AJ 15.71 (English) >>Joseph. AJ 15.76

Powered by PhiloLogic